Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.194 Joseph. AJ 6.198 (English) >>Joseph. AJ 6.203

6.196

Δαυίδης δὲ πανταχοῦ τὸν θεὸν ἐπαγόμενος ὅποι ποτʼ ἀφίκοιτο κατώρθου καὶ διευπραγῶν ἐδείκνυτο, ὡς διʼ ὑπερβολὴν τῆς ἀνδρείας τόν τε λαὸν αὐτοῦ καὶ τὴν Σαούλου θυγατέρα παρθένον ἔτι οὖσαν λαβεῖν ἔρωτα καὶ τοῦ πάθους ὑπερκρατοῦντος γενέσθαι φανερὰν καὶ διαβληθῆναι πρὸς τὸν πατέρα. 6.197 δʼ ὡς ἀφορμῇ χρησάμενος τῆς ἐπὶ Δαυίδην ἐπιβουλῆς ἡδέως ἤκουσε καὶ δώσειν προθύμως αὐτῷ τὴν παρθένον πρὸς τοὺς τὸν ἔρωτα μηνύσαντας αὐτῆς ἔφη γενησόμενον ἀπωλείας καὶ κινδύνων αἴτιον αὐτῷ ληψομένῳ· “κατεγγυῶ γὰρ, εἶπεν, αὐτῷ τὸν τῆς θυγατρός μου γάμον, ἂν ἑξακοσίας μοι κομίσῃ κεφαλὰς τῶν πολεμίων. 6.198 δὲ καὶ γέρως οὕτω λαμπροῦ προτεθέντος καὶ βουλόμενος ἐπʼ ἔργῳ παραβόλῳ καὶ ἀπίστῳ λαβεῖν κλέος ὁρμήσει μὲν ἐπὶ τὴν πρᾶξιν, διαφθαρήσεται δὲ ὑπὸ τῶν Παλαιστίνων καὶ χωρήσει μοι τὰ κατʼ αὐτὸν εὐπρεπῶς· ἀπαλλαγήσομαι γὰρ αὐτοῦ διʼ ἄλλων αὐτὸν ἀλλʼ 6.199οὐχὶ διʼ ἐμαυτοῦ κτείνας.” διάπειραν δὴ τῆς τοῦ Δαυίδου διανοίας κελεύει τοὺς οἰκέτας λαμβάνειν, πῶς ἔχει πρὸς τὸ γῆμαι τὴν κόρην. οἱ δʼ ἤρξαντο διαλέγεσθαι πρὸς αὐτόν, ὅτι στέργει μὲν αὐτὸν βασιλεὺς Σαοῦλος καὶ λαὸς ἅπας, βούλεται δʼ αὐτῷ κηδεῦσαι τὴν θυγατέρα. 6.200 δὲμικρὸν ἄρʼ ὑμῖν, εἶπε, δοκεῖ γαμβρὸν γενέσθαι βασιλέως· ἐμοὶ δʼ οὐχὶ τοιοῦτον φαίνεται καὶ μάλιστα ὄντι ταπεινῷ καὶ δόξης καὶ τιμῆς ἀμοίρῳ.” Σαοῦλος δὲ ἀγγειλάντων αὐτῷ τῶν οἰκετῶν τὰς τοῦ Δαυίδου ἀποκρίσειςοὐ χρημάτων, ἔφη, δεῖσθαί με φράζετε αὐτῷ οὐδὲ ἔδνων, ἀπεμπολᾶν γὰρ ἔστιν οὕτως τὴν θυγατέρα μᾶλλον συνοικίζειν, γαμβροῦ δὲ ἀνδρείαν ἔχοντος καὶ τὴν ἄλλην ἀρετὴν ἅπασαν, ἣν ὁρᾶν ὑπάρχουσαν αὐτῷ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.194 Joseph. AJ 6.198 (English) >>Joseph. AJ 6.203

Powered by PhiloLogic